Περί Θεών και Κόσμου

Από Βικιθήκη



Περὶ Θεῶν καὶ Κόσμου
Φιλοσοφία



ΣΑΛΟΥΣΤΙΟΥ [ΦΙΛΟΣΟΦΟΥ] ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΒΙΒΛΙΟΥ

α΄ Οἷον δεῖ εἶναι τὸν ἀκούοντα. καὶ περὶ κοινῆς
ἐννοίας.
β΄ Ὅτι ὁ Θεὸς <ἀγαθὸς καὶ ἀπαθὴς> οὐ μετα-
βάλλεται.
γ΄ Ὅτι πᾶς Θεὸς ἀγένητος καὶ ἀΐδιος.
δ΄ Ὅτι πᾶς Θεὸς ἀσώματος.
ε΄ Ὅτι οὐκ ἐν τόπῳ.
ς΄ Περὶ μύθων. ὅτι καὶ θεῖοι οἱ μῦθοι.
ζ΄ [Ὅτι] διὰ τί θεῖοι οἱ μῦθοι.
η΄ Ὅτι πέντε εἴδη τῶν μύθων. καὶ ἑκάστου
ὑποδείγματα.
θ΄ Περὶ τῆς πρώτης αἰτίας.
ι΄ Περὶ τῶν ὑπερκοσμίων Θεῶν.
ια΄ Περὶ τῶν δώδεκα ἐγκοσμίων.
ιβ΄ Ὅτι σφαῖραι δώδεκα.
ιγ΄ Περὶ τῆς φύσεως τοῦ Κόσμου καὶ τῆς
ἀϊδιότητος. ιδ΄ Ὅτι γῆ μέση. καὶ διὰ τί.
ιε΄ Περὶ νοῦ καὶ ψυχῆς.
ις΄ Ὅτι ἀθάνατος ἡ ψυχή.
ιζ΄ Περὶ Προνοίας καὶ Εἱμαρμένης καὶ Τύχης.
ιη΄ Περὶ Ἀρετῆς καὶ Κακίας.
ιθ΄ Περὶ ὀρθῆς πολιτείας καὶ φαὺλης.
κ΄ Ποθὲν τὰ κακά. καὶ ὅτι κακοῦ φύσις οὐκ
ἔστιν.
κα΄ Πῶς τὰ ἀΐδια λέγεται γίνεσθαι.
κβ΄ Πῶς οἱ Θεοὶ μὴ μεταβαλλόμενοι ὀργίζεσθαι
καὶ θεραπεύσθαι λέγονται.
κγ΄ Διὰ τί ἀνενδεεῖς ὄντας τοὺς Θεοὺς τιμῶμεν.
κδ΄ Περὶ θυσιῶν καὶ τῶν ἄλλων τιμῶν. ὅτι Θεοὺς
μὲν οὐδὲν ἀνθρώπους δὲ ὠφελοῦμεν.
κε΄ Ὅτι καὶ φύσει ἄφθαρτος ὁ Κόσμος.
κς΄ Διὰ τί ἀθεΐαι γίνονται. καὶ ὅτι Θεὸς οὐ
βλάπτεται.
κζ΄ Ὅτι αἱ ἀποφράδες διὰ τὸ μὴ δύνασθαι ἀεὶ
τοὺς ἀνθρώπους θεραπεύειν ἐγένοντο.
κη΄ Διὰ τί οἱ ἁμαρτάνοντες οὐκ εὐθέως κολά-
ζονται.
κθ΄ Ὅτι διάφοροι αἱ κολάσεις. καὶ πᾶσαι μετὰ
τῆς ἀλόγου ψυχῆς διὰ τοῦ σκιοειδοῦς
σώματος.
λ΄ Περὶ μετεμψυχώσεως. καὶ πῶς εἰς ἄλογα <αἱ
ψυχαὶ> λέγονται φέρεσθαι.
λα΄ Ὅτι ἀνάγκη μετεμψυχῶσιν εἶναι.
λβ΄ Ὅτι καὶ ζῶντες καὶ τελευτήσαντες εὐδαίμονες
οἱ ἀγαθοί.

ΣΑΛΟΥΣΤΙΟΥ ΠΕΡΙ ΘΕΩΝ ΚΑΙ ΚΟΣΜΟΥ

(α΄) Τοὺς περὶ Θεῶν ἀκούειν ἐθέλοντας δεῖ μέν ἐκ
παίδων ἦχθαι καλῶς, καὶ μὴ ἀνοήτοις συντρέφεσθαι δόξαις·
δεῖ δὲ καὶ τὴν φύσιν ἀγαθοὺς εἶναι καὶ ἔμφρονας, ἵνα
ὅμοιόν τι ἔχωσι τοῖς λόγοις· δεῖ δὲ αὐτοὺς καὶ τὰς κοινὰς
ἐννοίας εἰδέναι.
Κοιναὶ δέ εἰσιν ἔννοιαι ὅσας πάντες
ἄνθρωποι ὀρθῶς ἐρωτηθέντες ὁμολογήσουσιν· (β΄) οἷον
ὅτι πᾶς Θεὸς ἀγαθός, ὅτι ἀπαθής, ὅτι ἀμετάβλητος· πᾶν
γὰρ τὸ μεταβαλλόμενον ἢ ἐπὶ τὸ κρεῖττον ἢ ἐπὶ τὸ χεῖρον·
καὶ εἰ μὲν ἐπὶ τὸ χεῖρον, κακύνεται, εἰ δὲ ἐπὶ τὸ κρεῖττον,
τὴν αρχὴν ἦν κακόν.
(γ΄) Καὶ ὁ μὲν ἀκούων ἔστω τοιοῦτος. Οἱ δὲ λόγοι
τοιοίδε γινέσθωσαν· αἱ τῶν Θεῶν οὐσίαι οὐδὲ ἐγένοντο, τὰ
γὰρ ἀεὶ ὄντα οὐδέποτε γίνονται, ἀεὶ δὲ εἰσίν, ὅσα δύναμίν τε
ἔχει τὴν πρώτην καὶ πάσχειν οὐδὲν πέφυκεν.
(δ΄) Οὐδὲ
ἐκ σωμάτων εἰσί· καὶ γὰρ τῶν σωμάτων αἱ δυνάμεις ἀσώμα-
τοι. (ε΄) Οὐδὲ τόπῳ περιέχονται, σωμάτων γὰρ τοῦτο γε,
οὐδὲ τῆς πρώτης αἰτίας ἢ ἀλλήλων χωρίζονται, ὥσπερ
οὐδὲ νοῦ αἱ νοήσεις, οὐδὲ ψυχῆς αἱ ἐπιστῆμαι, οὐδὲ ζῴου
αἱ αἰσθήσεις.
(ς΄) Τί δήποτε οὖν τούτους ἀφέντες τοὺς λόγους οἱ
παλαιοὶ μύθοις ἐχρήσαντο, ζητεῖν ἄξιον· καὶ τοῦτο πρῶτον
ἐκ τῶν μύθων ὠφελεῖσθαι το γε ζητεῖν, καὶ μὴ ἀργὸν τὴν
διάνοιαν ἔχειν.
Ὅτι μὲν οὖν θεῖοι οἱ μῦθοι ἐκ τῶν χρησαμένων ἔστιν
εἰπεῖν· καὶ γὰρ τῶν ποιητῶν οἱ θεόληπτοι καὶ τῶν φιλο-
σόφων οἱ ἄριστοι, οἵ τε τὰς τελετὰς καταδείξαντες καὶ αὐτοὶ
δὲ ἐν χρησμοῖς οἱ Θεοὶ μύθοις ἐχρήσαντο.
(ζ΄) Διὰ τί δὲ θεῖοι οἱ μῦθοι φιλοσοφίας ζητεῖν. Ἐπεὶ
τοίνυν πάντα τὰ ὄντα ὁμοιότητι μὲν χαίρει ἀνομοιότητα δὲ
ἀποστρέφεται, ἐχρῆν καὶ τοὺς περὶ Θεῶν λόγους ὁμοίους
εἶναι ἐκείνοις, ἵνα τῆς τε οὐσίας αὐτῶν ἄξιοι γίνωνται καὶ
τοῖς λέγουσι τοὺς Θεοὺς ποιῶσιν εὐμενεῖς· ὅπερ διὰ τῶν
μύθων μόνως ἂν γένοιτο.
Αὐτοὺς μὲν οὖν τοὺς Θεοὺς κατὰ τὸ ῥητόν τε καὶ
ἄῤῥητον, ἀφανές τε καὶ φανερόν, σαφές τε καὶ κρυπτό-
μενον οἱ μῦθοι μιμοῦνται, <καὶ> τὴν τῶν Θεῶν ἀγαθότητα,
ὅτι ὥσπερ ἐκεῖνοι τὰ μὲν ἐκ τῶν αἰσθητῶν ἀγαθὰ κοινὰ
πᾶσιν ἐποίησαν, τὰ δὲ ἐκ τῶν νοητῶν μόνοις τοῖς ἔμφρο-
σιν, οὕτως οἱ μῦθοι τὸ μὲν εἶναι Θεοὺς πρὸς ἅπαντας
λέγουσι, τίνες δὲ οὗτοι καὶ ὀποῖοι τοῖς δυναμένοις
<μόνοις> εἰδέναι.
Καὶ τὰς ἐνεργείας δὲ μιμοῦνται τῶν Θεῶν· ἔξεστι γὰρ καὶ
τὸν Κόσμον μῦθον εἰπεῖν, σωμάτων μὲν καὶ χρημάτων ἐν
αὐτῷ φαινομένων, ψυχῶν δὲ καὶ νῶν κρυπτομένων.
Πρὸς δὲ τούτοις, τὸ μὲν πάντας τὴν περὶ Θεῶν ἀλήθειαν
διδάσκειν ἐθέλειν τοῖς μὲν ἀνοήτοις, διὰ τὸ μὴ δύνασθαι
μανθάνειν , καταφρόνησιν, τοῖς δὲ σπουδαίοις ῥᾳθυμίαν
ἐμποιεῖ· τὸ δὲ διὰ μύθων τἀληθὲς ἐπικρύπτειν τοὺς μὲν
καταφρονεῖν οὐκ ἐᾷ, τοὺς δὲ φιλοσοφεῖν ἀναγκάζει.
Ἀλλὰ διὰ τί μοιχείας καὶ κλοπὰς καὶ πατέρων δεσμά καὶ
τὴν ἄλλην ἀτοπίαν ἐν τοῖς μύθοις εἰρήκασιν; Ἢ καὶ τοῦτο
ἄξιον θαύματος, ἵνα διὰ τῆς φαινομένης ἀτοπίας εὐθὺς
ἡ ψυχὴ τοὺς μὲν λόγους ἡγήσηται προκαλύμματα, τὸ δὲ
ἀληθὲς ἀπόῤῥητον εἶναι νομίσῃ;
(η΄) Τῶν δὲ μύθων οἱ μέν εἰσι θεολογικοί, οἱ δὲ
φυσικοί, οἱ δὲ ψυχικοί τε καὶ ὑλικοί, καὶ ἐκ τούτων μικτοί.
Εἰσὶ δὲ θεολογικοὶ μὲν οἱ μηδενὶ σώματι χρώμενοι ἀλλὰ
τὰς οὐσίας αὐτὰς τῶν Θεῶν θεωροῦντες· οἷον αἱ τοῦ Κρόνου
καταπόσεις τῶν παίδων· ἐπειδὴ νοερὸς ὁ Θεὸς πᾶς δὲ νοῦς
εἰς ἑαυτὸν ἐπιστρέφει, τὴν οὐσίαν ὁ μῦθος αἰνἰττεται τοῦ
Θεοῦ.
Φυσικῶς δὲ τοὺς μύθους ἔστι θεωρεῖν ὅταν τὰς περί
τὸν Κόσμον ἐνεργείας λέγῃ τις τῶν Θεῶν· ὥσπερ ἤδη
τινὲς χρόνον μὲν τὸν Κρόνον ἐνόμισαν, τὰ δὲ μέρη τοῦ
χρόνου παῖδας τοῦ Ὅλου καλέσαντες καταπίνεσθαι ὑπὸ
τοῦ πατρὸς τοὺς παῖδάς φασιν.
Ὁ δὲ ψυχικὸς τρόπος ἐστὶν αὐτῆς τῆς ψυχῆς τὰς ἐνερ-
γείας σκοπεῖν, ὅτι καὶ τῶν ἡμετέρων ψυχῶν αἱ νοήσεις, κἂν
εἰς τοὺς ἄλλους προέλθωσιν, ἀλλ' οὖν ἐν τοπις γεννήσασι
μένουσιν.
Ὑλικὸς δὲ ἐστι καὶ ἔσχατος, ᾧ μάλιστα Αἰγύπτιοι δι'
ἀπαιδευσίαν ἐχρήσαντο, αὐτὰ τὰ σώματα Θεοὺς νομίσαντες
καὶ καλέσαντες [καὶ] Ἶσιν μὲν τὴν γῆν, Ὄσιριν δὲ τὸ ὑγρόν,
Τυφῶνα δὲ τὴν θερμότητα, ἣ Κρόνον μὲν ὕδωρ, Ἄδωνιν δὲ
καρπούς, Διόνυσον δὲ οἶνον. Ταῦτα δὲ ἀνακεῖσθαι μὲν
Θεοῖς λέγειν ὥσπερ καὶ βοτάνας καὶ λίθους καὶ ζῷα
σωφρονούντων ἐστὶν ἀνθρώπων, Θεοὺς δὲ καλεῖν μαινο-
μένων· εἰ μὴ ἄρα ὥσπερ τοῦ ἡλίου τὴν σφαπιραν καὶ τὴν
ἀπὸ τῆς σφαίρας ἀκτῖνα Ἥλιον ἐν συνηθείᾳ καλοῦμεν.
Τὸ δὲ μικτὸν εἶδος τῶν μύθων ἐν πολλοῖς μὲν καὶ
ἄλλοις ἔστιν ἰδεῖν, καὶ μέντοι καὶ ἐν τῷ συμποσίῳ φασι
τῶν Θεῶν τὴν Ἔριν μῆλον ῥῖψαι χρυσοῦν, καὶ περὶ τούτου
τὰς Θεὰς φιλονεικούσας ὑπὸ τοῦ Διὸς πρὸς τὸν Πάριν
πεμφθῆναι κριθησομένας· τῷ δὲ καλήν τε φανῆναι τὴν
Ἀφροδίτην, καὶ ταύτη δοῦναι τὸ μῆλον.
Ἐνταῦθα γὰρ
τὸ μὲν συμπόσιον τὰς ὑπερκοσμίους δυνάμεις δηλοῖ τῶν
Θεῶν, καὶ διὰ τοῦτο μετ' ἀλλήλων εἰσί· τὸ δὲ χρυσοῦν
μῆλον τὸν Κόσμον, ὃς ἐκ τῶν ἐναντίων γινόμενος εἰκότως
ὑπὸ τῆς Ἔριδος λέγεται ῥίπτεσθαι. Ἄλλων δὲ ἄλλα τῷ
Κόσμῳ χαριζομένων Θεῶν, φιλονεικεῖν ὑπὲρ τοῦ μήλου
δοκοῦσιν· ἡ δὲ κατ' αἴσθησιν ζῶσα ψυχή - τοῦτο γάρ
ἐστιν ὁ Πάρις - τὰς μὲν ἄλλας ἐν τῷ Κόσμῳ δυνάμεις οὐχ
ὁρῶσα μόνον δὲ τὸ κάλλος, τῆς Ἀφροδίτης τὸ μῆλον εἶναί
φησι.
Πρέπουσι δὲ τῶν μύθων οἱ μὲν θεολογικοὶ φιλοσόφοις,
οἱ δὲ φυσικοὶ καὶ ψυχικοὶ ποιηταῖς, οἱ δὲ μικτοὶ τελεταῖς,
ἐπειδὴ καὶ πᾶσα τελετὴ πρὸς τὸν Κόσμον ἡμᾶς καὶ πρὸς
τοὺς Θεοὺς συνάπτειν ἐθέλει.
Εἰ δὲ δεῖ καὶ ἕτερον μῦθον εἰπεῖν, τὴν Μητέρα τῶν Θεῶν
φασι τὸν Ἄττιν παρὰ τῷ Γάλλῳ κείμενον ἰδοῦσαν ποταμῷ
ἐρασθῆναι τε καὶ λαβοῦσαν τὸν ἀστερωτὸν αὐτῷ περιθεῖναι
πῖλον, καὶ τοῦ λοιποῦ μεθ' ἑαυτῆς ἔχειν, ὁ δὲ Νύμφης
ἐρασθεὶς τὴν Θεῶν Μητέρα ἀπολιπὼν τῇ Νύμφῃ συνῆν.
Καὶ διὰ τοῦτο ἡ Μήτηρ τῶν Θεῶν ποιεῖ μανῆναι τὸν Ἄττιν,
καὶ τὰ γόνιμα ἀποκοψάμενον ἀφεῖναι παρὰ τῇ Νύμφῃ,
πάλιν δὲ ἀνελθόντα αὐτῇ συνοικεῖν.
Ἡ μὲν οὖν Μήτηρ
τῶν Θεῶν ζωογόνος ἐστὶ Θεά, καὶ διὰ τοῦτο Μήτηρ καλεῖται·
ὁ δὲ Ἄττις τῶν γινομένων καὶ φθειρομένων δημιουργός, καὶ
διὰ τοῦτο παρὰ τῷ Γάλλῳ λέγεται εὑρεθῆναι ποταμῷ·
ὁ γὰρ Γάλλος τὸν γαλαξίαν αἰνίττεται κύκλον, ἀφ' οὗ τὸ
παθητὸν ἔρχεται σῶμα. Τῶν δὲ πρώτων Θεῶν τελειούντων
τοὺς δευτέρους, ἐρᾷ μὲν ἡ Μήτηρ τοῦ Ἄττεως καὶ οὐρα-
νίους αὐτῷ δίδωσι δυνάμεις, τοῦτο γὰρ ἐστιν ὁ πῖλος.
Ἐρᾷ δὲ ὁ Ἄττις τῆς Νύμφης· αἱ δὲ Νύμφαι γενέσεως
ἔφοροι, πᾶν γὰρ τὸ γινόμενον ῥεῖ· ἐπεὶ δὲ ἔδει στῆναι τὴν
γένεσιν καὶ μὴ τῶν ἐσχάτων γενέσθαι τι χεῖτον, ὁ ταῦτα
ποιῶν δημιουργὸς δυνάμεις γονίμους ἀφεὶς εἰς τὴν γένεσιν
πάλιν συνάπτεται τοῖς Θεοῖς. Ταῦτα δὲ ἐγένετο μὲν
οὐδέποτε, ἔστι δὲ ἀεί· καὶ ὁ μὲν νοῦς ἅμα πάντα ὁρᾷ,
ὁ δὲ λόγος τὰ μὲν πρῶτα τὰ δὲ δεύτερα λέγει.
Οὕτω δὲ πρὸς τὸν Κόσμον οἰκείως ἔχοντος τοῦ
μύθου, ἡμεῖς τὸν Κόσμον μιμούμενοι - πῶς γὰρ ἄν μᾶλλον
κοσμηθείημεν; - ἑορτὴν ἄγομεν διὰ ταῦτα· καὶ πρῶτον
μὲν ὡς αὐτοὶ πεσόντες ἑξ οὐρανοῦ καὶ τῇ Νύμφῃ
συνόντες ἐν κατηφείᾳ ἐσμὲν σίτου τε καὶ τῆς ἄλλης παχείας
καὶ ῥυπαρᾶς τροφῆς ἀπεχόμεθα, ἑκάτερα γὰρ ἐναντία
ψυχῇ· εἶτα δένδρου τομαὶ καὶ νηστεία ὥσπερ καὶ ἡμῶν
ἀποκοπτομένων τὴν περαιτέρω τῆς γενέσεως πρόοδον·
ἐπὶ τούτοις γάλακτος τροφὴ ὥσπερ ἀναγεννωμένων· ἐφ'
οἷς ἱλαρία λαὶ στέφανοι καὶ πρὸς τοὺς Θεοὺς οἷον
ἐπάνοδος. Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ τῶν δρομένων καιρός· περὶ
γὰρ τὸ ἔαρ καὶ τὴν ἰσημερίαν δρᾶται τὰ δρώμενα, ὅτε τοῦ
μὲν γίνεσθαι παύεται τὰ γινόμενα ἡμέρα δὲ μείζων γίνεται
τῆς νυκτός, ὅπερ οἰκεῖον ἀναγομέναις ψυχαῖς. Περὶ γοῦν
τὴν ἐναντίαν ἰσημερίαν ἡ τῆς Κόρης ἁρπαγὴ μυθολογεῖται
γενέσθαι, ὅ δὴ κάθοδος ἐστι τῶν ψυχῶν.
Τοσαῦτα περὶ μύθων εἰποῦσιν ἡμῖν αὐτοί τε οἱ Θεοὶ καὶ
τῶν γραψάντων τοὺς μύθους αἱ ψυχαὶ ἵλεῳ γένοιντο.
(θ') Ἀκόλουθον δὲ τούτοις ἐστὶ τὴν τε πρώτην αἰτίαν
εἰδέναι καὶ τὰς μετ' ἐκείνην τάξεις τῶν Θεῶν, καὶ τοῦ
Κόσμου τὴν φύσιν, νοῦ τε καὶ ψυχῆς τὴν ουσίαν, Πρόνοιάν
τε καὶ Εἱμαρμένην, καὶ Τύχην, Ἀερτήν τε καὶ Κακίαν, καὶ
τὰς ἐκ τούτων γινομένας ἀγαθάς τε καὶ φαύλας πολιτείας
ἰδεῖν, καὶ πόθεν ἄρα τὰ κακὰ εὶς τὸν Κόσμον ἀφίκετο.
Τούτων δὲ ἕκαστον λόγων δεῖται πολλῶν καὶ μεγάλων· ὡς
δὲ ἐν βραχέσιν εἰπεῖν καὶ πρὸς τὸ μὴ παντελῶς ἀνηκόους
εἶναι οὐδὲν ἴσως λέγειν κωλύει.
Τὴν πρώτην αἰτίαν μίαν τε εἶναι προσήκει, παντὸς γὰρ
πλήθους ἡγεῖται μονάς, δυνάμει τε καὶ ἀγαθότητι πάντα
νικᾷ· καὶ διὰ τοῦτο πάντα μετέχειν ἐκείνης ἀνάγκη, οὐδὲν
γὰρ αὐτὴν ἄλλο κωλύσει διὰ τὴν δύναμιν, οὐδὲ ἑαυτὴν
ἀφέξει δι' ἀγαθότητα.
Ἀλλ'εἰ μὲν ἦν ψυχή, πάντα ἂν ἔμψυχα ἦν· εἰ δὲ καὶ
νοῦς, πάντα νοερά· εἰ δὲ οὐσία, πάντα οὐσίας μετεῖχε, τοῦτο
δὲ ἐν πᾶσιν ἰδόντες τινὲς ἐκεῖνο οὐσίαν ἐνόμισαν. Εἰ μὲν
οὖν ἦν μόνον τὰ ὄντα, ἀγαθὰ δὲ οὐκ ἦν, ἀληθὴς ἦν ὁ λόγος·
εἰ δὲ δι' ἀγαθότητα ἔστι τε τὰ ὄντα καὶ μετείληχεν ἀγαθοῦ,
ὑπερούσιον μὲν αγαθὸν δὲ εἴναι τὸ πρῶτον ἀνάγκη.
Σημεῖον δὲ μέγιστον· τοῦ γὰρ εἶναι διὰ τὸ ἀγαθὸν αἱ
σπουδαῖαι καταφρονοῦσι ψυχαί, ὅταν ὑπὲρ πατρίδος ἣ
φίλων ἣ ἀρετῆς κινδινεύειν ἐθέλωσι.
Μετὰ δὲ τὴν οὕτως ἄῤῥητον δύναμιν αἰ τῶν Θεῶν τάξεις
εἰσί.
(ι') Τῶν δὲ Θεῶν οἰ μὲν εἰσιν ἐγκόσμιοι, οἱ δὲ ὑπερ-
κόσμιοι. Ἐγκοσμίους δὲ λέγω αὐτοὺς τοὺς τὸν Κόσμον
ποιοῦντας Θεούς· τῶν δὲ ὑπερκοσμίων οἱ μὲν οὐσίας
ποιοῦσι Θεῶν, οἱ δὲ νοῦν, οἱ δὲ ψυχάς· καὶ διὰ τοῦτο τρεῖς
ἔχουσι τάξεις καὶ πάσας ἐν τοῖς περὶ τούτων λόγοις ἔστιν
εὑρεῖν.
(ια') Τῶν δὲ ἐγκοσμίων οἱ μὲν εἶναι ποιοῦσι τὸν
Κόσμον, οἱ δὲ αὐτὸν ψυχοῦσιν, οἱ δὲ ὲκ διαφόρων ὄντα
ἁρμόζουσιν, οἱ δὲ ἡρμοσμένον φρουροῦσι· τοῦτων δὲ ὄντων
τεσσάρων πραγμάτων καὶ ἑκάστου πρῶτα ἔχοντος καὶ μέσα
καὶ τελευταῖα, καὶ τοὺς διοικοῦντας δώδεκα εἶναι ἀνάγκη.
Οἱ μὲν οὖν ποιοῦντες τὸν Κόσμον Ζεὺς καὶ Ποσειδῶν
εἰσι καὶ Ἥφαιστος· οἰ δὲ ψυχοῦντες Δημήτηρ καὶ Ἥρα καὶ
Ἄρτεμις· οἱ δὲ ἁρμόζοντες Ἀπόλλων καὶ Ἄφροδίτη καὶ
Ἑρμῆς· οἱ δὲ φρουροῦντες Ἑστία καὶ Ἀθηνᾶ καὶ Ἀρης.
Αἰνίγματα δὲ τούτων ἐν τοῖς ἀγάλμασιν ἔστιν ἰδεῖν·
ὁ μὲν γὰρ Ἀπόλλων λύραν ἁρμόζει, ὥπλισται δὲ ἡ Ἀθηνᾶ,
γυμνὴ δὲ ἡ Ἀφροδίτη, ἐπειδὴ ἁρμονία μὲν τὸ κάλλος
ποιεῖ, τὸ δὲ κάλλος ἐν τοῖς ὁρωμένοις οὐ κρύπτεται.
Τούτων δὲ πρώτως ἐχόντων τὸν Κόσμον, καὶ τοὺς ἄλλους
ἐν τούτοις ἡγητέον εἶναι Θεούς· οἷον Διόνυσον μὲν ἐν Διί,
Ἀσκληπιὸν δὲ ἐν Ἀπόλλωνι, Χάριτας δὲ ἐν Ἀφροδίτῃ.
(ιβ') Καὶ σφαίρας δὲ τοὺτων ἔστιν ἰδεῖν· Ἑστίας μὲν
γῆν, Ποσειδῶνος δὲ ὕδωρ, Ἥρας <δὲ> ἀέρα, Ἡφαίστου δὲ
πῦρ, ἕξ δὲ τὰς ἀνωτέρας ὧν ἔθος νομίζειν Θεῶν· Ἀπόλλωνα
γὰρ καὶ Ἄρτεμιν ἀνθ' ἡλίου καὶ σελήνης ληπτέον· τὴν
Κρόνου δὲ Δήμητρι δοτέον, Ἀθηνᾷ δὲ τὸν αἰθέρα· ὁ δὲ
οὐρανὸς πάντων κοινός.
Αἱ μὲν οὖν τάξεις καὶ δυνάμεις καὶ σφαῖραι τῶν δώδεκα
Θεῶν οὕτως εἰρηνταί τε καὶ ὕμνηνται.